10. Translate, with brief notes as above— (α) ἐκ δὲ τῶν εἰρημένων τεκμηρίων ὅμως τοιαῦτα ἄν τις νομίζων μάλιστα ἃ διῆλθον οὐχ ἁμαρτάνοι, καὶ οὔτε ὡς ποιηταὶ ὑμνήκασι περὶ αὐτῶν ἐπὶ τὸ μεῖζον κοσμοῦντες μᾶλλον πιστεύων, οὔτε ὡς λογογράφοι ξυνέθεσαν ἐπὶ τὸ προσαγωγότερον τῇ ἀκροάσει ἢ ἀληθέστερον, ὄντα ἀνεξέλεγκτα καὶ τὰ πολλὰ ὑπὸ χρόνου αὐτῶν ἀπίστως ἐπὶ τὸ μυθῶδες ἐκνενικηκότα, ηὑρῆσθαι δὲ ἡγησάμενος ἐκ τῶν ἐπιφανεστάτων σημείων, ὡς παλαιὰ εἶναι, ἀποχρώντως. καὶ ὁ πόλεμος οὗτος, καίπερ τῶν ἀνθρώπων ἐν ᾧ μὲν ἂν πολεμῶσι τὸν παρόντα ἀεὶ μέγιστον κρινόντων, παυσαμένων δὲ τὰ ἀρχαῖα μᾶλλον θαυμαζόντων, ἀπ' αὐτῶν τῶν ἔργων σκοποῦσι δηλώσει ὅμως μείζων γεγενημένος αὐτῶν. (δ) καὶ ἡ πόλις αὐτῶν ἅμα, αὐτάρκη θέσιν κειμένη, παρέχει αὐτοὺς δικαστὰς ὧν βλάπτουσί τινα μᾶλλον ἢ κατὰ ξυνθήκας γίγνεσθαι, διὰ τὸ ἥκιστα ἐπὶ τοὺς πέλας ἐκπλέοντας μάλιστα τοὺς ἄλλους ἀνάγκῃ καταίροντας δέχεσθαι. καν τούτῳ τὸ εὐπρεπὲς ἄσπονδον, οὐχ ἵνα μὴ ξυναδικήσωσιν ἑτέροις, προβέβληνται, ἀλλ ̓ ὅπως κατὰ μόνας ἀδικῶσι καὶ ὅπως ἐν ᾧ μὲν ἂν κρατῶσι βιάζωνται, οὗ δ ̓ ἂν λάθωσι πλέον ἔχωσιν, ἢν δέ πού τι προσλάβωσιν ἀναισχυντῶσιν. (α) καὶ ἐλασσούμενοι γὰρ ἐν ταῖς ξυμβολαίαις πρὸς τοὺς ξυμμάχους δίκαις [καὶ] παρ' ἡμῖν αὐτοῖς ἐν τοῖς ὁμοίοις νόμοις ποιήσαντες τὰς κρίσεις φιλοδικεῖν δοκοῦμεν. καὶ οὐδεὶς σκοπεῖ αὐτῶν τοῖς καὶ ἄλλοθί που ἀρχὴν ἔχουσι καὶ ἧσσον ἡμῶν πρὸς τοὺς ὑπηκόους μετρίοις οὖσι διότι τοῦτο οὐκ ὀνειδίζεται βιάζεσθαι γὰρ οἷς ἂν ἐξῇ, δικάζεσθαι οὐδὲν προσδέονται. οἱ δὲ εἰθισμένοι πρὸς ἡμᾶς ἀπὸ τοῦ ἴσου ὁμιλεῖν, ἢν τι παρὰ τὸ μὴ οἴεσθαι χρῆναι ἡ γνώμῃ ἢ δυνάμει τῇ διὰ τὴν ἀρχὴν καὶ ὁπωσοῦν ἐλασσωθῶσιν, οὐ τοῦ πλέονος μὴ στερισκόμενοι χάριν ἔχουσιν, ἀλλὰ τοῦ ἐνδεοῦς χαλεπώτερον φέρουσιν ἢ εἰ ἀπὸ πρώτης ἀποθέμενοι τὸν νόμον φανερῶς ἐπλεονεκτοῦμεν. 11. Give an outline map of the Greek world, shewing the states allied with Sparta and Athens respectively. (Mark with S. and A.) 12. Translate, with brief notes as above. (α) εἰ δέ τινων προσκαλουμένων κατὰ τάξιν τῶν χρησμῶν—πρὸ μιᾶς δὲ τοῦτο τοῦ θεσπίζειν ἐγίγνετο καὶ ἐρομένου τοῦ κήρυκος εἰ θεσπίζει, τῷ δε ἀνεῖπεν ἔνδοθεν· Ἐς κόρακας, οὐκέτι τὸν τοιοῦτον οὔτε στέγῃ τις ἐδέχετο οὔτε πυρὸς ἢ ὕδατος ἐκοινώνει, ἀλλ' ἔδει γῆν πρὸ γῆς ἐλαύνεσθαι ὡς ἀσεβῆ καὶ ἄθεον καὶ Επικούρειον, ἤπερ ἦν ἡ μεγίστη λοιδορία. Ἓν γοῦν καὶ γελοιότατον ἐποίησεν ὁ ̓Αλέξανδρος εὑρὼν γὰρ τὰς Επικούρου κυρίας δόξας, τὸ κάλλιστον, ὡς οἶσθα, τῶν βιβλίων καὶ κεφαλαιώδη περιέχον τῆς τἀνδρὸς σοφίας τὰ δόγματα, κομίσας ἐς τὴν ἀγορὰν μέσην ἔκαυσεν ἐπὶ ξύλων συκίνων ὡς δῆθεν αὐτὸν καταφλέγων. (6) ὁ μὲν οὖν κόλαξ ἅτε τῆς χρείας ἕνεκα τῆς ἑαυτοῦ ἐπαινῶν, ἀληθείας δὲ ὀλίγην ποιούμενος τὴν πρόνοιαν, ἅπαντα ὑπερεπαινεῖν οἴεται δεῖν, ἐπιψευδόμενος καὶ προστιθεὶς παρ' αὑτοῦ τὰ πλείω, ὡς μὴ ἂν ὀκνῆσαι καὶ τὸν Θερσίτην εὐμορφότερον ἀποφῆναι τοῦ ̓Αχιλλέως καὶ τὸν Νέστορα φάναι τῶν ἐπὶ Ἴλιον στρατευσάντων τὸν νεώτατον εἶναι· διομόσαιτο δ ̓ ἂν καὶ τὸν Κροίσου παῖδα ὀξυηκοώτερον εἶναι τοῦ Μελάμποδος καὶ τὸν Φινέα ὀξύτερον δεδορκέναι τοῦ Λυγκέως, ἤνπερ μόνον κερδᾶναί τι ἐλπίσῃ ἐπὶ τῷ ψεύσματι. ὁ δέ αὐτὸ τοῦτο ἐπαινῶν οὐχ ὅπως οὐδ ̓ ἂν ψεύσαιτό τι ἢ προσθείη τῶν μηδὲ ὅλως προσόντων, τὰ δ ̓ ὑπάρχοντα αὐτῷ φύσει ἀγαθὰ κἂν μὴ πάνυ μεγάλα ᾖ, παραλαβὼν ἐπηύξησε καὶ μείζω ἀπέφηνε· καὶ τολμήσειεν ἂν εἰπεῖν, ἵππον ἐπαινέσαι θέλων φύσει κοῦφον ὧν ἴσμεν ζῴων καὶ δρομικόν, ὅτι Ακρον ἐπ' ἀνθερίκων καρπὸν θέεν οὐδὲ κατέκλα. γε (c) ΕΤΑ. Εἶτα, ὦγαθέ, καθάπερ οἱ Φοίνικες ἄστροις ἐτεκμαίρου τὴν ὁδόν ; ΜΕΝ. Οὐ μὰ Δία, ἀλλ' ἐν αὐτοῖς τοῖς ἄστροις ἐποιούμην τὴν ἀποδημίαν. ΕΤΑ. Ηράκλεις, μακρόν τινα τὸν ὄνειρον λέγεις, εἴ γε σαυτὸν ἔλαθες κατακοιμηθεὶς παρασάγγας ὅλους. ΜΕΝ. Ονειρον γάρ, ὦ τάν, δοκῶ σοι λέγειν ὃς ἀρτίως ἀφῖγμαι παρὰ τοῦ Διός ; ΕΤΑ. Πῶς ἔφησθα ; Μένιππος ἡμῖν διοπετής πάρεστιν ἐξ οὐρανοῦ; ΜΕΝ. Καὶ μὴν ἐγώ σοι παρ' αὐτοῦ ἐκείνου τοῦ πάνυ Διὸς ἥκω τήμερον θαυμάσια καὶ ἀκούσας καὶ ἰδών· εἰ δὲ ἀπιστεῖς, καὶ αὐτὸ τοῦτο ὑπερευφραίνομαι τὸ πέρα πίστεως εὐτυχεῖν. 13. Comment on the meaning, grammar, or both, as the case may be, of—ὅσῳ μὴ ξύλου καὶ κηροῦ καὶ χρωμάτων πεποίηται ἡ εἰκών-σκωλήκων ζέσας ὑπογράψω αὐτὸν, καίτοι μὴ πάνυ γραφικός τις ὤν— οἱ ὀλέθριοι ἐκεῖνοι Παφλαγονες — ἀπέτρεπεν ἢ προὔτρεπεν ὡς ἂν ἄμεινον ἔδοξεν αὐτῷ ὁ μαστίξαι τολμήσας τὴν Ὁμήρου εἰκόνα—οἱ δὲ κατὰ κυνῶν καὶ χηνῶν ἐπώμνυντο. 14. What do you know of Apelles, Zeuxis, Polygnotus, Praxiteles? (a) LATIN.-PART II. (TRANSLATION OF PREPARED BOOKS.) The Board of Examiners. 1. Translate, with brief notes in the margin wherever Sed tuos altus amor barathro fuit altior illo, (b) Sic domito saevom prostravit corpore Theseus (c) Hic illa, ut decuit cinaediorem, "Quaeso" inquit "mihi, mi Catulle, paulum (d) Puto esse ego illi milia aut decem aut plura Novi umbilici, lora rubra, membranae. (e) Zmyrna cavas Satrachi penitus mittetur ad undas, Zmyrnam cana diu saecula pervoluent. (f) Illius egregias virtutes claraque facta Saepe fatebuntur gnatorum in funere matres, (g) Chommoda dicebat, si quando commoda vellet Dicere et insidias Arrius hinsidias. (h) Anne bonum oblita es facinus, quo regium adepta es Coniugium, quod non fortior ausit alis? (2) Te semper anteit saeva Necessitas, Clavos trabales et cuneos manu Gestans aëna, nec severus Uncus abest, liquidumque plumbum. Te Spes et albo rara Fides colit Veste domos inimica linquis. At volgus infidum et meretrix retro |