UNITED COLLEGE OF ST. SALVATOR AND ST. LEONARD, ST. ANDREWS. BURSARY EXAMINATION, October 30, 1871. Translate into English: Q. Catulus post dedicatum Capitolium duabus continuis noctibus somniavit: prima, Jovem Optimum Maximum e prætextatis compluribus, circum aram ludentibus, unum secrevisse, atque in ejus sinum Signum Reipublicæ quod manu gestaret, reposuisse. At insequenti, animadvertisse se in gremio Capitolini Jovis eundem puerum: quem cum detrahi jussisset, prohibitum monitu Dei, tanquam is ad tutelam Reipublicæ educaretur. Ac die proximo obvium sibi Augustum, cum incognitum alias haberet, non sine admiratione contuitus, simillimum dixit puero, de quo somniasset. Quidam prius somnium Catuli aliter exponunt, quasi Jupiter compluribus prætextatis, tutorem a se poscentibus, unum ex eis demonstrasset, ad quem omnia desideria sua referrent: ejusque osculum delibatum digitis ad os suum retulisset. M. Cicero, C. Cæsarem in Capitolium prosecutus, somnium pristinæ noctis familiaribus forte narrabat: puerum, facie liberali, demissum cælo catena aurea, ad fores Capitolii constitisse, eique Jovem flagellum tradidisse; deinde, repente Augusto viso, quem ignotum adhuc plerisque avunculus Cæsar ad sacrificandum acciverat, affirmavit ipsum esse, cujus imago secundum quietem sibi obversata sit. Luct. 94 Oct. Caes. Aug. Interdum vulgus rectum videt: est ubi peccat. Injuste totum ducit venditque poëma." t Hor. Ep. 2.1.65-757 Μετὰ δὲ ταῦτα ἀναστὰς εἶπε Ξενοφῶν, Ὦ ἄνδρες στρατιῶται, τὴν μὲν πορείαν, ὡς ἔοικε, δῆλον ὅτι πεζῇ ποιητέον· οὐ γὰρ ἔστι πλοῖα· ἀνάγκη δὲ πορεύεσθαι ἤδη· οὐ γὰρ ἔτι μένουσι τὰ ἐπιτήδεια. ἡμεῖς οὖν, ἔφη, θυσόμεθα ὑμᾶς δὲ δεῖ παρασκευάζεσθαι ὡς μαχουμένους εἴ ποτε καὶ ἄλλοτε· οἱ γὰρ πολέμιοι ἀνατεθαρρηκασιν. ἐκ τούτου ἐθύοντο οἱ στρατηγοί, μάντις δὲ παρῆν δε ̓Αρηξίων ̓Αρκάς· ὁ δὲ Σιλανὸς ὁ ̓Αμβρακιώτης ἤδη ἀπεδεδράκει πλοῖον μισ θωσάμενος ἐξ Ηρακλείας. θυομένοις δὲ ἐπὶ τῇ ἀφόδῳ οὐκ ἐγίγνετο τὰ ἱερά. ταύτην μὲν οὖν τὴν ἡμέραν ἐπαύσαντο. καί τινες ἐτόλμων λέγειν ὡς ὁ Ξενοφῶν βουλόμενος τὸ χωρίον οἰκίσαι πέπεικε τὸν μάντιν λέγειν ὡς τὰ ἱερὰ οὐ γίγνεται ἐπὶ ἀφόδῳ. Εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλεν, ̓Αχιλλεῦ. ΣΩ. Οὐκοῦν ὑμεῖς αὖ οἱ ῥαψῳδοὶ τὰ τῶν ποιητῶν ἑρμηνεύετε. ΙΩΝ. Καὶ τοῦτο ἀληθὲς λέγεις. ΣΩ. Οὐκοῦν ἑρμηνέων ἑρμηνεῖς γίγνεσθε. ΙΩΝ. Παντάπασί γε. ΣΩ. Ἔχε δή μοι τόδε εἰπέ, ὦ Ιων, καὶ μὴ ἀποκρύψῃ ὅ τι ἂν σε ἔρωμαι. ὅταν εὖ εἴπῃς καὶ ἐκπλήξῃς μάλιστα τοὺς θεωμένους, ἢ τὸν Οδυσσέα ὅταν ἐπὶ τὸν οὐδὸν ἐφαλλόμενον ᾄδης, ἐκφανῆ γιγνόμενον τοῖς μνηστῆρσι καὶ ἐκχέοντα τοὺς οἰστοὺς πρὸ τῶν ποδῶν, ἢ ̓Αχιλλέα ἐπὶ τὸν Εκτορα ὁρμῶντα, ἢ καὶ τῶν περὶ ̓Ανδρομάχην ἐλεεινῶν τι ἢ περὶ ̔Εκάβην ἢ περὶ Πρίαμον, τότε πότερον ἔμφρων εἶ ἢ ἔξω σαυτοῦ γίγνει καὶ παρὰ τοῖς πράγμασιν οἴεταί σου εἶναι ἡ ψυχὴ οἷς λέγεις, ἐνθουσιάζουσα, ἢ ἐν Ιθάκῃ οὖσιν ἢ ἐν Τροίᾳ ἢ ὅπως ἂν καὶ τὰ ἔπη ἔχῃ; ΙΩΝ. ̔Ως ἐναργές μοι τοῦτο, ὦ Σώκρατες, τεκμήριον εἶπες· οὐ γάρ σε ἀποκρυψάμενος ἐρῶ. ἐγὼ γὰρ ὅταν ἐλεεινόν τι λέγω, δακρύων ἐμπίπλανταί μου οἱ ὀφθαλμοί. ὅταν τε φοβερὸν ἢ δεινόν, ὀρθαὶ αἱ τρίχες ἵστανται ὑπὸ φόβου καὶ ἡ καρδία πηδᾷ. ΣΩ. Τί οὖν φῶμεν, ὦ Ιων; ἔμφρονα εἶναι τοῦτον τὸν ἄνθρωπον, ὃς ἂν κεκοσμημένος ἐσθῆτι ποικίλῃ καὶ χρυσοῖσι στεφάνοις κλάῃ τ ̓ ἐν θυσίαις καὶ ἑορταῖς, μηδὲν ἀπολωλεκώς τούτων, ἢ φοβῆται, πλέον ἢ ἐν διςμυρίοις ἀνθρώποις ἑστηκὼς φιλίοις, μηδενὸς ἀποδύοντος ἢ ἀδικοῦντος; ΙΩΝ. Οὐ μὰ τόν Δί ̓ οὐ πάνυ, ὦ Σώκρατες, ὥς γε τἀληθὲς εἰρῆσθαι. ΣΩ. Οἶσθα οὖν ὅτι καὶ τῶν θεατῶν τοὺς πολλοὺς ταὐτὰ ταῦτα ὑμεῖς ἐργάζεσθε; ΙΩΝ. Καὶ μάλα καλῶς οἶδα· καθορῶ γὰρ ἑκάστοτε αὐτοὺς ἄνωθεν ἀπὸ τοῦ βήματος κλάοντάς τε καὶ δεινὸν ἐμβλέποντας καὶ συνθαμβοῦντας τοῖς λεγομένοις. δεῖ γάρ με σφόδρ' αὐτοῖς τὸν νοῦν προσέχειν· ὡς ἐὰν μὲν κλάοντας αὐτοὺς καθίσω, αὐτὸς γελάσομαι ἀργύριον λαμβάνων, ἐὰν δὲ γελῶντας, αὐτὸς κλαύσομαι ἀργύριον ἀπολλύς. |