Imagens das páginas
PDF
ePub

ANNUAL EXAMINATION,

OCTOBER, 1893,

FOR THE

DEGREES OF B.A., MUS. BAC., LL.B., AND M.B., AND FOR THE CERTIFICATE OF ENGINEER.

FIRST PASS EXAMINATION.

GREEK.-PART I. (TRANSLATION.)

Professor Tucker and Mr. Tubbs.

1. Translate, with brief notes in the margin where you think them called for

(α) ΚΡ. εἶεν, τί μέλλεις καὶ κατοικτίζει μάτην ; τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεὸν, ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας; ΗΦ. τὸ ξυγγενές τοι δεινὸν ἥ θ' ὁμιλία. ΚΡ. ξύμφημ', ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων οἷόν τε πῶς ; οὐ τοῦτο δειμαίνεις πλέον; ΗΦ. ἀεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως. ΚΡ. ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· σὺ δὲ τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.

ΗΦ. ὦ πολλὰ μισηθεῖσα χειρωναξία.

B

ΚΡ. τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
ΗΦ. ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
ΚΡ. ἅπαντ ̓ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν.
ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
ΗΦ. ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
πρὸς ταῦτα νῦν
θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
πιστὸς, τινάσσων τ ̓ ἐν χεροῖν πύρπνουν
βέλος.

(6) ΠΡ.

οὐδὲν γὰρ αὐτῷ ταῦτ ̓ ἐπαρκέσει τὸ μὴ οὐ πεσεῖν ἀτίμως πτώματ ̓ οὐκ ἀνασχετά τοῖον παλαιστὴν νῦν παρασκευάζεται ἐπ' αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας" ὃς δὴ κεραυνοῦ κρείσσον εὑρήσει φλόγα, βροντάς θ' ὑπερβάλλοντα καρτερὸν κτύπον θαλασσίαν τε γῆς τινάκτειραν νόσον τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ. πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται ὅσον τό τ' ἄρχειν καὶ τὸ δουλεύειν δίχα. ΧΟ. σύ θην ἃ χρήζεις, ταῦτ ̓ ἐπιγλωσσᾷ Διός. ΠΡ. ἅπερ τελεῖται, πρὸς δ' ἃ βούλομαι λέγω. (α) Τὰς μὲν εὐεργεσίας, ἀνθ' ὧν ηὕρετο τὴν ἀτέλειαν ὁ Ἐπικέρδης, ἀκηκόατ ̓ ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. σκοπεῖτε δὲ μὴ τοῦτο, εἰ μνᾶς ἑκατὸν καὶ πάλιν τάλαντον ἔδωκεν, οὐδὲ γὰρ τοὺς λαβόντας ἔγωγ ̓ ἡγοῦμαι τὸ πλῆθος τῶν χρημάτων θαυμάσαι, ἀλλὰ τὴν προθυμίαν καὶ τὸ αὐτὸν ἐπαγγειλάμενον ποιεῖν, καὶ τοὺς καιροὺς ἐν οἷς. πάντες μὲν γάρ εἰσιν ἴσως ἄξιοι χάριν ἀνταπολαμ βάνειν οἱ προϋπάρχοντες τῷ ποιεῖν εὖ, μάλιστα δ' οἱ παρὰ τὰς χρείας, ὧν εἷς οὗτος ἀνὴρ ὢν φαίνεται. εἶτ ̓ οὐκ αἰσχυνόμεθ ̓, ὦ ἄνδρες Αθηναῖοι, τοὺς τοῦ τοιούτου παῖδας εἰ μηδεμίαν ποιησάμενοι τούτων μηδενὸς μνείαν αφηρημένοι φανούμεθα τὴν δωρεάν,

1

« AnteriorContinuar »