Imagens das páginas
PDF
ePub

ANNUAL EXAMINATION,

OCTOBER, 1893,

FOR THE

DEGREES OF B.A., MUS. BAC., LL.B., AND M.B., AND FOR THE CERTIFICATE OF ENGINEER.

FIRST PASS EXAMINATION.

GREEK.-PART I. (TRANSLATION.)

Professor Tucker and Mr. Tubbs.

1. Translate, with brief notes in the margin where you think them called for

(α) ΚΡ. εἶεν, τί μέλλεις καὶ κατοικτίζει μάτην ; τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεὸν, ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας ; ΗΦ. τὸ ξυγγενές τοι δεινὸν ἥ θ' ὁμιλία. ΚΡ. ξύμφημ', ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων οἷόν τε πῶς ; οὐ τοῦτο δειμαίνεις πλέον ; ΗΦ. ἀεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως. ΚΡ. ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι· σὺ δὲ τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. ΗΦ. ὦ πολλὰ μισηθεῖσα χειρωναξία.

B

ΚΡ. τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
ΗΦ. ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
ΚΡ. ἅπαντ ̓ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν.
ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
ΗΦ. ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
πρὸς ταῦτα νῦν
θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
πιστὸς, τινάσσων τ ̓ ἐν χεροῖν πύρπνουν
βέλος.

(6) ΠΡ.

οὐδὲν γὰρ αὐτῷ ταῦτ ̓ ἐπαρκέσει τὸ μὴ οὐ πεσεῖν ἀτίμως πτώματ ̓ οὐκ ἀνασχετά τοῖον παλαιστὴν νῦν παρασκευάζεται ἐπ' αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας ὃς δὴ κεραυνοῦ κρείσσον εὑρήσει φλόγα, βροντάς θ' ὑπερβάλλοντα καρτερὸν κτύπον· θαλασσίαν τε γῆς τινάκτειραν νόσον τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ. πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται ὅσον τό τ' ἄρχειν καὶ τὸ δουλεύειν δίχα. ΧΟ. σύ θην ἃ χρήζεις, ταῦτ ̓ ἐπιγλωσσᾷ Διός. ΠΡ. ἅπερ τελεῖται, πρὸς δ' ἃ βούλομαι λέγω. (ε) Τὰς μὲν εὐεργεσίας, ἀνθ' ὧν ηὕρετο τὴν ἀτέλειαν ὁ Ἐπικέρδης, ἀκηκόατ ̓ ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. σκοπεῖτε δὲ μὴ τοῦτο, εἰ μνᾶς ἑκατὸν καὶ πάλιν τάλαντον ἔδωκεν, οὐδὲ γὰρ τοὺς λαβόντας ἔγωγ ̓ ἡγοῦμαι τὸ πλῆθος τῶν χρημάτων θαυμάσαι, ἀλλὰ τὴν προθυμίαν καὶ τὸ αὐτὸν ἐπαγγειλάμενον ποιεῖν, καὶ τοὺς καιροὺς ἐν οἷς. πάντες μὲν γάρ εἰσιν ἴσως ἄξιοι χάριν ἀνταπολαμ βάνειν οἱ προϋπάρχοντες τῷ ποιεῖν εὖ, μάλιστα δ' οἱ παρὰ τὰς χρείας, ὧν εἷς οὗτος ἀνὴρ ὢν φαίνεται. εἶτ ̓ οὐκ αἰσχυνόμεθ ̓, ὦ ἄνδρες Αθηναῖοι, τοὺς τοῦ τοιούτου παῖδας εἰ μηδεμίαν ποιησάμενοι τούτων μηδενὸς μνείαν ἀφῃρημένοι φανούμεθα τὴν δωρεὰν,

μηδὲν ἔχοντες ἐγκαλέσαι; οὐ γὰρ εἰ ἕτεροι μὲν ἦσαν οἱ τότε σωθέντες ὑπ ̓ αὐτοῦ καὶ δόντες τὴν ἀτέλειαν, ἕτεροι δ' ὑμεῖς οἱ νῦν ἀφαιρούμενοι, ἀπολύει τοῦτο τὴν αἰσχύνην.

(α) Πάνυ τοίνυν σπουδῇ τις ἀπήγγειλέ μοι περὶ τοῦ μηδενὶ δεῖν μηδὲν διδόναι, μηδ' ἂν ὁτιοῦν πράξῃ, τοιοῦτόν τι λέγειν αὐτοὺς παρεσκευάσθαι, ὡς ἄρ' οἱ Λακεδαιμόνιοι καλῶς πολιτευόμενοι καὶ Θηβαῖοι οὐδενὶ τῶν παρ' ἑαυτοῖς διδόασι τοιαύτην οὐδεμίαν τιμήν καίτοι καὶ παρ ̓ ἐκείνοις τινές εἰσιν ἴσως ἀγαθοί. ἐμοὶ δὲ δοκοῦσιν, ὦ ἄνδρες Αθηναῖοι, πάντες οἱ τοιοῦτοι λόγοι παροξυντικοὶ μὲν εἶναι πρὸς τὸ τὰς ἀτελείας ὑμᾶς ἀφελέσθαι πεῖσαι, οὐ μέντοι δίκαιοί γ' οὐδαμῇ. οὐ γὰρ ἀγνοῶ τοῦθ ̓, ὅτι Θηβαῖοι καὶ Λακεδαιμόνιοι καὶ ἡμεῖς οὔτε νόμοις οὔτ ̓ ἔθεσι χρώμεθα τοῖς αὐτοῖς οὔτε πολιτεία.

2. Give a brief account of the characteristics and production of a Greek tragedy.

3. How did the myth of Prometheus develop itself?

4. Parse σχεθεῖν, σκεδᾷ, πέδοι, ἦσαν, ὄσσοις, λογιεῖσθε, εὐηργέτηντο.

5. Explain χορηγία in both its uses. Enumerate the various λητουργίαι.

6. Comment on the grammar of

ἐξελυσάμην βροτοὺς τὸ (or τοῦ) μὴ διαρραισθέντας εἰς "Αιδου μολεῖν

and of

οὐδένα πώποτε κίνδυνον ἐξέστησαν

and also on the meaning of

χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν-θεοπρόπους —ἐκθεῖναι νόμον πρόσθε τῶν ἐπωνύμων-πρόξενος μέτοικος.

7. Translate

Δέομαι ὑμῶν, ὦ ἄνδρες Αθηναῖοι, ἐθελῆσαι μετ' εὐνοίας ἀκοῦσαί μου λέγοντος, ὑπολογιζομένους τό τε μέγεθος τοῦ κινδύνου καὶ τὸ πλῆθος τῶν αἰτιῶν, πρὸς ὡς ἀπολογήσασθαί με δεῖ, καὶ τὰς τέχνας τοῦ κατηγόρου καὶ τὴν ὠμότητα, ὃς ἐτόλμησε κελεῦσαι ἄνδρας ὀμωμοκότας τῶν ἀντιδίκων ὁμοίως ἀμφοτέρων ἀκούσεσθαι τὴν τοῦ κινδυνεύοντος φωνὴν μὴ ὑπομένειν. καὶ ταῦτ ̓ εἶπεν οὐ δι' ὀργήν· οὐδεὶς γὰρ τῶν ψευδομένων τοῖς ἀδίκως διαβαλλομένοις ὀργίζεται, οὐδ' οἱ τἀληθῆ λέγοντες κωλύουσι λόγου τυχεῖν τὸν φεύγοντα οὐ γὰρ πρότερον κατήγορος παρὰ τοῖς ἀκούουσιν ἰσχύει, πρὶν ἂν ὁ φεύγων ἀπολογίας τυχὼν ἀδυνατήσῃ τὰς προειρημένας αἰτίας ἀπολύσασθαι. ἀλλ', οἶμαι, Δημοσθένης οὐ χαίρει δικαίοις λόγοις, οὐδ ̓ οὕτω παρεσκεύασται, ἀλλὰ τὴν ὑμετέραν ὀργὴν ἐκκαλέσασθαι βεβούληται.

(a)

LATIN.-PART I. (TRANSLATION.)
Professor Tucker and Mr. Tubbs.

1. Translate, with brief marginal notes, explanatory of
syntactical or other peculiarities, and allusions-
Vivite felices, quibus est fortuna peracta
Iam sua; nos alia ex aliis in fata vocamur.
Vobis parta quies; nullum maris aequor
arandum,

Arva neque Ausoniae semper

cedentia retro

« AnteriorContinuar »