Imagens das páginas
PDF
ePub

GREEK.-PART II. (TRANSLATION.)

Professor Tucker and Mr. Tubbs.

1. Translate, with brief marginal notes where you think them desirable

(α)

(b)

ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ ̓ ἔτι
ἥβης ἀκμαίας, καὶ τὸν ἔξηβον χρόνῳ,
βλαστημὸν ἀλδαίνοντα σώματος πολὺν,
ὥραν ἔχονθ ̓ ἕκαστον, ὥστε συμπρεπές,
πόλει τ ̓ ἀρήγειν καί θεῶν ἐγχωρίων
βωμοῖσι, τιμὰς μὴ ἐξαλειφθῆναί ποτε,
τέκνοις τε, γῇ τε μητρὶ, φιλτάτῃ τροφῷ
ἡ γὰρ νέους ἔρποντας εὐμενεῖ πέδῳ
ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον
ἐθρέψατ' οἰκιστῆρας ἀσπιδηφόρους
πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.
καὶ νῦν μὲν ἐς τόδ ̓ ἦμαρ εὖ ῥέπει θεός
χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
νῦν δ' ὡς ὁ μάντις φησὶν, οἰωνῶν βοτὴρ,
ἐν ὠσὶ νωμῶν καὶ φρεσὶν πυρὸς δίχα
χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·
οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
λέγει μεγίστην προσβολὴν ̓Αχαιΐδα
νυκτηγορεῖσθαι καπιβουλεύσειν πόλει.

πέφρικα τὰν ἀλεσίοικον θεὸν, οὐ θεοῖς ὁμοίαν,
παναληθῆ κακόμαντιν πατρὸς εὐκταίαν

Ερινὺν

τελέσαι τὰς περιθύμους κατάρας Οιδιπόδα βλαψιφρόνος,

παιδολέτωρ δ' ἔρις ἅδ ̓ ὀτρύνει.

ξένος δὲ κλήρους ἐπινωμᾷ Χάλυβος Σκυθῶν ἄποικος,

κτεάνων χρηματοδαίτας πικρός, ὠμόφρων σίδαρος,

χθόνα ναίειν διαπήλας ὁπόσαν καὶ φθιμένοισιν κατέχειν

τῶν μεγάλων πεδίων ἀμοίρους.

(ε) οἶμαι γὰρ ἂν μηδένα ἀντειπεῖν ὡς οὐχ, ὅσα πώποτε τῇ πόλει γέγονεν ἢ νῦν ἔστιν ἀγαθὰ ἢ θάτερα, ἵνα μηδὲν εἴπω φλαύρον, ἐκ τῆς τῶν τριήρων τὰ μὲν κτήσεως, τὰ δ ̓ ἀπουσίας γέγονεν. οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά· ἃ δ ̓ οὖν πᾶσι μάλιστ ̓ ἀκοῦσαι γνώριμα, τοῦτο μὲν, εἰ βού λεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶνα οἰκοδομ ήσαντες ἐκεῖνοι καὶ τἄλλα ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες, ἐφ ̓ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτο ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερα αὐτῶν καὶ τὴν πόλιν, τῇ ναυμαχίᾳ νικήσαντες, ἔσωσαν, πολλῶν δὲ καὶ μεγά λων ἀγαθῶν τοῖς ἄλλοις "Ελλησι κατέστησαν αἴτιοι, ὧν οὐδ ̓ ὁ χρόνος τὴν μνήμην ἀφελέσθαι δύναται. εἶεν· ἀλλ' ἐκεῖνα μὲν ἀρχαῖα καὶ παλαιά.

(d)

ΑΔΕΙΜ. Οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά με κενή τις ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ ἀποβλέποντα.

ΛΥΚ. Τίς αὕτη; μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς ἐστι τῶν πάνυ ἀπορρήτων. καίτοι ἐτελέσθημεν, ὡς οἶσθα, καὶ στέγειν μεμαθήκαμεν.

ΑΛΕΙΜ. 'Αλλ' αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς· οὕτω γὰρ μειρακιώδες ὑμῖν δόξει τὸ φρόντισμα.

ΛΥΚ. Μῶν ἐρωτικόν ἐστιν; οὐδὲ γὰρ οὐδὲ τοῦτο ἀμυήτοις ἡμῖν ἐξαγορεύσεις, ἀλλὰ ὑπὸ λαμπρᾷ τῇ δαδὶ καὶ αὐτοῖς τετελεσμένοις.

ΑΛΕΙΜ. Οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλά τινα πλοῦτον ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν οἱ παλαιοὶ καλοῦσι, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας καὶ τρυφῆς ἐπέστητε.

ΛΥΚ. Οὐκοῦν τὸ προχειρότατον τοῦτο, κοινὸς Ερμᾶς φασι, καὶ ἐς μέσον κατατίθει φέρων τὸν πλοῦτον· ἄξιον γὰρ ἀπολαῦσαι τὸ μέρος φίλους ὄντας τῆς ̓Αδειμάντου τρυφῆς.

2. Explain the method of legislating at Athens, and the circumstances attending an indictment

παρανόμων.

3. State the chief distinctions between Lucian's Greek and classical Attic in respect of syntax and vocabulary.

4. Comment on the construction or meaning (as the case may be of ἢ ἐθέλεις ἐγὼ ἐπάνειμι ἐς τὸ πλοῖον; —ἄπαγε πρὸς τὸν στρατηγὸν ὡς πειρατήν—ἐξ ἁμάξης παρρησιάζεσθαι-οὐ πάνυ καλὸς ὡς ἂν ἐκπλῆξαι Αδείμαντον—γείτονες δὲ καρδίας μερίμναι ζωπυροῦσι τάρβος τὸν ἀμφιτειχῇ λεών-περὶ χιλιῶν κινδυνεύειν —τιθέναι τὰς εἰσφοράς—τὰ πομπεῖα κατακόπτειν.

5. Translate the following passage:

ὁ μὲν δὴ πολὺς ὅμιλος, οὓς ἰδιώτας οἱ σοφοὶ καλοῦσιν, Ὁμήρῳ τε καὶ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις μυθοποιοῖς περὶ τούτων πειθόμενοι καὶ νόμον θέμενοι τὴν ποίησιν αὐτῶν, τόπον τινὰ ὑπὸ τῇ γῇ βαθὺν “Αιδην ὑπειλήφασι, μέγαν δὲ καὶ πολύχωρον τοῦτον εἶναι καὶ ζοφερὸν καὶ ἀνήλιον οὐκ οἶδ' ὅπως αὐτοῖς φωτίζεσθαι δοκοῦντα πρὸς τὸ καὶ καθορᾶν τῶν ἐνόντων ἕκαστον βασιλεύειν δὲ τοῦ χάσματος ἀδελφὸν τοῦ Διὸς Πλούτωνα κεκλημένον, ὥς μοι τῶν

τὰ τοιαῦτα δεινῶν τις ἔλεγε, διὰ τὸ πλουτεῖν τοῖς νεκροῖς τῇ προσηγορίᾳ τετιμημένον. τοῦτον δὲ τὸν Πλούτωνα τὴν παρ ̓ αὑτῷ πολιτείαν καὶ τὸν κάτω βίον καταστήσασθαι τοιοῦτον· κεκληρῶσθαι μὲν γὰρ αὐτὸν ἄρχειν τῶν ἀποθανόντων, καταδεξάμενον δὲ αὐτοὺς καὶ παραλαβόντα κατέχειν δεσμοῖς ἀφύκτοις, οὐδενὶ τὸ παράπαν τῆς ἄνω ὁδοῦ ὑφιέμενον πλὴν ἐξ ἅπαντος τοῦ αἰῶνος πάνυ ὀλίγων ἐπὶ μεγίσταις αἰτίαις. περιρρεῖσθαι δὲ τὴν χώραν αὐτοῦ ποταμοῖς μεγάλοις τε καὶ φοβεροῖς κἀκ μόνων τῶν ὀνομάτων· Κωκυτοὶ γὰρ καὶ Πυριφλεγέθοντες καὶ τὰ τοιαῦτα κέκληνται.

Additional for Third Year in Group A. 6. Translate, with brief marginal notes if necessaryκαὶ τότ' ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς, εἴως θερμαίνοιτο· ἔπεσσί τε πάντας ἑταίρους θάρσυνον, μή τίς μοι ὑποδδείσας ἀναδύη.

ἀλλ' ὅτε δὴ τάχ' ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
ἅψεσθαι, χλωρός περ ἐὼν, διεφαίνετο δ' αἰνῶς,
καὶ τότ ̓ ἐγὼν ἆσσον φέρον ἐκ πυρὸς, ἀμφὶ δ ̓ ἑταῖροι
ἵσταντ ̓ αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων
οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον ὀξὺν ἐπ' ἄκρῳ
ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δ' ἐφύπερθεν ἀερθεὶς
δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
τρυπάνῳ, οἱ δέ τ' ἔνερθεν ὑποσσείουσιν ἱμάντι
ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί·
ὡς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
δινέομεν, τὸν δ' αἷμα περίῤῥεε θερμὸν ἐόντα.
πάντα δέ οἱ βλέφαρ' ἀμφὶ καὶ ὀφρύας εὖσεν ἀντμὴ
γλήνης καιομένης σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
ὡς δ ̓ ὅτ ̓ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον

εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν· ὡς τοῦ σίζ ̓ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. σμερδαλέον δὲ μέγ' ᾤμωξεν, περὶ δ ̓ ἴαχε πέτρη, ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ'.

Parse ἀναδύη, ἴαχε.

7. Account for the forms πέποσθε, νεῖαι, κλαιόντεσσι, ἐέρχατο.

LATIN.-PART II. (TRANSLATION.)

Professor Tucker and Mr. Tubbs.

N.B.-Candidates in Group A may omit passages (b) and (d).

1. Translate with notes explanatory of syntactical or other difficulties and allusions

(a) GE. Ó vir fortis átque amicus. Vérum hoc saepe, Phormio,

Véreor, ne istaec fórtitudo in néruom erumpat dénique. PH. A,

Nón itast factumst periclum, iám pedum

visást via.

Quót me censes hómines iam deuérberasse usque ad necem ?

Cédo dum, enumquam iniúriarum audísti mihi scriptám dicam?

GE. Qui istuc ? PH. Quia non réte accipitri ténnitur neque míluo,

« AnteriorContinuar »